Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 9.5 Joseph. AJ 9.10 (English) >>Joseph. AJ 9.14

9.8ἀκούσας δʼ Ἰωσαφάτης, ὅτι τὴν λίμνην διαβάντες οἱ πολέμιοι ἐμβεβλήκασιν ἤδη εἰς τὴν βασιλευομένην ὑπʼ αὐτοῦ χώραν, δείσας εἰς ἐκκλησίαν συνάγει τὸν δῆμον τῶν Ἱεροσολυμιτῶν εἰς τὸ ἱερόν, καὶ στὰς κατὰ πρόσωπον τοῦ ναοῦ ηὔχετο καὶ ἐπεκαλεῖτο τὸν θεὸν παρασχεῖν αὐτῷ δύναμιν καὶ ἰσχύν, ὥστε τιμωρήσασθαι τοὺς ἐπιστρατεύσαντας· 9.9καὶ γὰρ τοῦτο δεηθῆναι τοὺς τὸ ἱερὸν κατασκευασαμένους αὐτοῦ, ὅπως ὑπερμάχηται τῆς πόλεως ἐκείνης καὶ τοὺς ἐπʼ αὐτὸ τολμήσαντας ἐλθεῖν ἀμύνηται, οἳ τὴν ὑπʼ αὐτοῦ δοθεῖσαν γῆν εἰς κατοίκησιν ἀφελέσθαι πάρεισιν αὐτούς. ταῦτʼ εὐχόμενος ἐδάκρυε καὶ σύμπαν δὲ τὸ πλῆθος γυναιξὶν ἅμα καὶ τέκνοις ἱκέτευεν. 9.10Ἰαζίηλος δέ τις προφήτης παρελθὼν εἰς μέσην τὴν ἐκκλησίαν ἀνεβόησε τῷ τε πλήθει λέγων καὶ τῷ βασιλεῖ, τὸν θεὸν ἐπακοῦσαι τῶν εὐχῶν καὶ πολεμήσειν αὐτὸν τοῖς ἐχθροῖς ἐπαγγέλλεσθαι. προσέταξε δὲ τῇ ἐπιούσῃ τὴν στρατιὰν ἐξελάσαντα τοῖς πολεμίοις ὑπαντᾶν· 9.11εὑρήσειν γὰρ αὐτοὺς ἐπὶ τῆς μεταξὺ Ἱεροσολύμων καὶ Ἐγγάδης ἀναβάσεως λεγομένης δʼ Ἐξοχῆς· καὶ μὴ συμβαλεῖν μὲν αὐτοῖς, στάντας δὲ μόνον ὁρᾶν, πῶς αὐτοῖς μάχεται τὸ θεῖον. τοῦ δὲ προφήτου ταῦτʼ εἰπόντος μὲν βασιλεὺς καὶ τὸ πλῆθος πεσόντες ἐπὶ πρόσωπον ηὐχαρίστουν τῷ θεῷ καὶ προσεκύνουν, οἱ δὲ Ληουῖται τοῖς ὀργάνοις διετέλουν ὑμνοῦντες.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 9.5 Joseph. AJ 9.10 (English) >>Joseph. AJ 9.14

Powered by PhiloLogic